Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.30 Dem. 29.35 (English) >>Dem. 29.38

29.33ἀλλὰ πόθεν τοῦτʼ ἐπεδείχθη; πρῶτον μὲν Θηριππίδης ὢν αὐτῷ συνεπίτροπος κατεμαρτύρησε δοῦναι· δεύτερον δὲ Δήμων θεῖος ὢν καὶ τῶν ἄλλων οἱ παρόντες ἐμαρτύρησαν σῖτον τῇ μητρὶ δώσειν ὁμολογεῖν τοῦτον ὡς ἔχοντα τὴν προῖκα. καὶ τούτοις οὐκ ἐπεσκήψατο, δῆλον ὅτι τἀληθῆ μεμαρτυρηκότας εἰδώς. ἔτι τοίνυν μήτηρ πίστιν ἠθέλησεν ἐπιθεῖναι κατʼ ἐμοῦ καὶ τῆς ἀδελφῆς παραστησαμένη, λαβεῖν τὴν προῖκα τοῦτον τὴν ἑαυτῆς κατὰ τὴν τοῦ πατρὸς διαθήκην. 29.34ταύτας τὰς ὀγδοήκοντα μνᾶς πότερʼ αὐτὸν ἔχειν φῶμεν μή; καὶ πότερον διὰ τούσδʼ ὀφλεῖν τοὺς μάρτυρας διὰ τούσδε; ἐγὼ μὲν γὰρ οἶμαι διὰ τὴν ἀλήθειαν. ταύτας τοίνυν δέκʼ ἔτη κεκαρπωμένος, καὶ οὐδὲ δίκην ὀφλὼν ἀποδοῦναι τετολμηκώς, δεινὰ πεπονθέναι φησὶν καὶ διὰ τούσδε τοὺς μάρτυρας ὠφληκέναι. καίτοι τούτων γʼ οὐδεὶς αὐτὸν ἔχειν ταύτην ἐμαρτύρησεν.

29.35περὶ τοίνυν τῆς ἐκδόσεως καὶ τῶν κλινοποιῶν καὶ τοῦ σιδήρου καὶ τοῦ καταλειφθέντος ἡμῖν ἐλέφαντος καὶ τῆς προικὸς τῆς ἀδελφῆς, ἣν οὗτος καθυφεῖκεν ὑπὲρ τοῦ καὶ αὐτὸς ἔχειν ὅσα βούλοιτο τῶν ἐμῶν, ἀκούσατε, καὶ σκοπεῖθʼ ὡς δικαίως τʼ ὤφληκεν καὶ οὐδὲν ἦν Μιλύαν περὶ τούτων βασανιστέον. 29.36περὶ μὲν γὰρ ὧν καθυφεῖκας, νόμος ἔστιν, διαρρήδην ὃς κελεύει σʼ ὁμοίως ὀφλισκάνειν ὥσπερ ἂν αὐτὸς ἔχῃς· ὥστε τί τῷ νόμῳ καὶ τῇ βασάνῳ; περὶ δʼ αὖ τῆς ἐκδόσεως, ἐπικοινωνήσαντες τῷ Ξούθῳ καὶ διανειμάμενοι τὰ χρήματα καὶ τὰς συγγραφὰς ἀνελόντες, καὶ πάνθʼ ὃν τρόπον ἐβούλεσθε κατασκευάσαντες, καὶ διαφθείραντες τὰ γράμματα, ὡς ὑμῶν Δήμων κατεμαρτύρει, φενακίζετε καὶ τουτουσὶ παρακρούσασθαι ζητεῖτε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.30 Dem. 29.35 (English) >>Dem. 29.38

Powered by PhiloLogic